ΕΩΘΙΝΟΝ ΕΥΑΓΓΈΛΙΟ Θ΄

Ευαγγέλιο Όρθρου

ΕΩΘΙΝΆ ΕΥΑΓΓΈΛΙΑ

π. Ελευθέριος Χριστοδουλάκης

8/15/2024

ΕΩΘΙΝΟΝ Θ΄
Ἐκ τοῦ κατὰ Ἰωάννην
κ΄ 19 - 31
Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων , ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τόν Κύριον. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν , Εἰρήνη ὑμῖν, καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς, Λάβετε Πνεῦμα Ἅγιον. ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφιένται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δέ, εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς, ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί, Ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς, Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἤλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἤλων, καὶ βάλω τὴν χεῖρα μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ' αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν, Εἰρήνη ὑμῖν. εἶτα λέγει τῷ Θωμᾶ, φέρε τὸν δάκτυλόν σου ὦδε, καὶ ἴδε τὰς χεῖράς μου. καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. καὶ ἀπεκρίθη ὁ Θωμᾶς, καὶ εἶπεν αὐτῷ, Ὁ Κύριός μου καὶ ὁ Θεός μου. λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅτι ἑώρακάς με πεπίστευκας, μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ΄ ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες, ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

ΜΕΤΑΦΡΑΣΗ

Ἐνῷ ἦταν βράδυ κατά τήν ἡμέρα ἐκείνη πρώτη ἡμέρα τῆς ἑβδομάδας, καί ἐκεῖ, ὅπου ἦταν συγκεντρωμένοι οἱ Μαθητές, ἐνῷ ἦταν κλειστές οἱ θύρες ἀπό τό φόβο τῶν Ἰουδαίων, ἦλθε ὁ Ἰησοῦς καί στάθηκε στή μέση καί τούς λέγει· εἰρήνη σ’ ἐσᾶς. Καί λέγοντας αὐτό ἔδειξε σ’ αὐτούς τά χέρια καί τήν πλευρά του. Χάρηκαν λοιπόν οἱ Μαθητές, ὅταν εἶδαν τόν Κύριο. Εἶπε λοιπόν σ’ αὐτούς ὁ Ἰησοῦς πάλι· εἰρήνη σ’ ἐσᾶς. Ὅπως μέ ἀπέστειλε ὁ Πατέρας, ἔτσι κι ἐγώ στέλνω ἐσᾶς. Καί μόλις εἶπε αὐτό φύσησε σ’ αὐτούς καί τούς λέγει, λάβετε Πνεῦμα Ἅγιο· ἐάν σέ κάποιους συγχωρήσετε τίς ἁμαρίες τους, συγχωροῦνται σ’ αὐτούς, ἐάν σέ κάποιους τίς κρατήσετε παραμένουν ἀσυγχώρητες. Καί ὁ Θωμᾶς, πού στά Ἑλληνικά σημαίνει Δίδυμος, δέν ἦταν μαζί τους, ὅταν ἦλθε ὁ Ἰησοῦς. Τοῦ ἔλεγαν λοιπόν οἱ ἄλλοι Μαθητές· εἴδαμε τόν Κύριο· Κι ἐκεῖνος εἶπε σ’ αὐτούς· ἐάν δέν ἰδῶ στά χέρια του τά σημάδια τῶν καρφιῶν, καί δέν βάλω τό δάκτυλό μου στά σημάδια τῶν καρφιῶν, καί δέν βάλω τό χέρι μου στήν πλευρά του, δέν θά πιστέψω. Καί μετά ἀπό ὀκτώ ἡμέρες πάλι ἦταν μέσα οἱ Μαθητές του καί ὁ Θωμᾶς μαζί τους. Ἔρχεται ὁ Ἰησοῦς, ἐνῷ ἦταν κλεισμένες οἱ θύρες, καί στάθηκε στή μέση καί εἶπε· εἰρήνη σ’ ἐσᾶς. Ἔπειτα λέγει στό Θωμᾶ· Φέρε τό δάκτυλό σου ἐδῶ, καί δές τά χέρια μου, καί φέρε τό χέρι σου καί βάλε το στήν πλευρά μου, καί μή γίνεσαι ἄπιστος ἀλλά πιστός. Καί ἀποκρίθηκε ὁ Θωμᾶς καί τοῦ εἶπε· εἶσαι ὁ Κύριός μου καί ὁ Θεός μου. Τοῦ λέγει ὁ Ἰησοῦς· πίστεψες, ἐπειδή μέ εἶδες· θά εἶναι μακάριοι ἐκεῖνοι πού δέν θά μέ δοῦν, ἀλλά θά πιστέψουν σ’ ἐμένα. Ὁ Ἰησοῦς βέβαια ἔκανε καί ἄλλα πολλά θαύματα μπροστά στούς Μαθητές του, τά ὁποῖα δέν εἶναι γραμμένα στό βιβλίο αὐτό· αὐτά ὅμως γράφηκαν γιά νά πιστέψετε, ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Χριστός ὁ Υἱός τοῦ Θεοῦ, καί πιστεύοντας νά ἔχετε ζωή χάρη στό ὄνομά του. Ἔπειτα λοιπόν ἀπ’ αὐτά οἱ Μαθητές ἐπέστρεψαν πάλι στό κατάλυμά τους.