ΕΩΘΙΝΟΝ ΕΥΑΓΓΕΛΙΟ Η΄

Ευαγγέλιο Όρθρου

ΕΩΘΙΝΆ ΕΥΑΓΓΈΛΙΑ

π. Ελευθέριος Χριστοδουλάκης

8/15/2024

ΕΩΘΙΝΟΝ Η΄
Ἐκ τοῦ κατὰ Ἰωάννην
κ΄ 11 - 18
Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω, ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, Γύναι, τὶ κλαίεις; λέγει αὐτοῖς, Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν, καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἐστῶτα, καὶ οὐκ ᾒδει ὅτι Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Γύναι, τὶ κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρὸς ἐστι, λέγει αὐτῷ, Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπὲ μοι ποῦ αὐτὸν ἔθηκας, κἀγὼ αὐτὸν ἀρῶ, λέγει αὐτῇ ὁ Ἰησοῦς, Μαρία, στραφεῖσα ἐκείνη λέγει αὐτῷ, Ῥαββουνί, ὃ λέγεται Διδάσκαλε, λέγει αὐτῇ ὁ Ἰησοῦς, Μή μου ἃπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου, πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.

ΜΕΤΑΦΡΑΣΗ

Τόν καιρό ἐκεῖνο ἡ Μαρία (ἡ Μαγδαληνή) στεκόταν κοντά στό μνημεῖο κλαίοντας ἀπ’ ἔξω. Καθώς λοιπόν ἔκλαιε, παράσκυψε στό μνημεῖο καί βλέπει δύο Ἀγγέλους νά κάθονται λευκοφορεμένοι, ἕνας πρός τό κεφάλι καί ἕνας πρός τά πόδια, ὅπου ἦταν θαμμένο τό σῶμα τοῦ Ἰησοῦ· καί τῆς λένε ἐκεῖνοι· γυναίκα, γιατί κλαῖς; τούς λέει· κλαίω, γιατί πῆραν τόν Κύριό μου ἀπό τό μνημεῖο καί δέν γνωρίζω ποῦ τόν ἔβαλαν, καί λέγοντας αὐτά στράφηκε πρός τά πίσω, καί βλέπει τόν Ἰησοῦ νά στέκεται, καί δέν κατάλαβε ὅτι εἶναι ὁ Ἰησοῦς. Τῆς λέγει ὁ Ἰησοῦς· γυναίκα γιατί κλαῖς; ποιόν ἀναζητεῖς; Ἐκείνη νομίζοντας ὅτι εἶναι ὁ κηπουρός τοῦ λέγει· Κύριε, ἄν ἐσύ τόν μετέφερες, πές μου ποῦ τόν ἔβαλες καί ἐγώ θά τόν πάρω. Τῆς λέγει ὁ Ἰησοῦς· Μαρία. Ἐκείνη στράφηκε καί τοῦ λέγει· Ραββουνί, πού σημαίνει Διδάσκαλε· τῆς λέγει ὁ Ἰησοῦς μή μέ ἀγγίζεις, διότι δέν ἀνέβηκα ἀκόμη στόν Πατέρα μου· ἀλλά πήγαινε στούς ἀδελφούς μου καί πές τους· ἀνεβαίνω στόν Πατέρα μου καί Πατέρα σας, καί Θεό μου καί Θεό σας. Ἔρχεται ἡ Μαρία ἡ Μαγδαληνή ἀναγγέλλοντας στούς Μαθητές ὅτι εἶδε τόν Κύριο καί ὅτι τῆς εἶπε αὐτά.