ΕΩΘΙΝΟΝ ΕΥΑΓΓΕΛΙΟ Ι΄
Ευαγγέλιο Όρθρου
ΕΩΘΙΝΆ ΕΥΑΓΓΈΛΙΑ
π. Ελευθέριος Χριστοδουλάκης
8/15/2024


ΕΩΘΙΝΟΝ Ι΄
Ἐκ τοῦ κατὰ Ἰωάννην
κα΄ 1 - 14
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος, ἐφανέρωσε δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν, οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Παιδία, μὴ τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ, Οὒ, ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον , καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι , τὸν ἐπενδύτην διεζώσατο - - ἦν γὰρ γυμνὸς - - , καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον - - οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ' ὡς ἀπὸ πηχῶν διακοσίων - - , σύροντες τὸ δίκτυον τῶν ἰχθύων. ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. ἀνέβη οὖν Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντηκοντατριῶν, καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. λέγει αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τὶς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. ἔρχεται οὖν ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.
ΜΕΤΑΦΡΑΣΗ
Ἐκεῖνο τόν καιρό ὁ Ἰησοῦς φανέρωσε στούς Μαθητές του τόν ἑαυτό του στή θάλασσα τῆς Τιβεριάδας, ἀφοῦ ἀναστήθηκε ἀπό τούς νεκρούς· καί τόν φανέρωσε ὡς ἑξῆς· ἦταν μαζί ὁ Σίμων ὁ Πέτρος καί ὁ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καί ὁ Ναθαναήλ ἀπό τήν Κανᾶ τῆς Γαλιλαίας καί οἱ γιοί τοῦ Ζεβεδαίου, καί ἄλλοι δύο ἀπό τούς Μαθητές του. Λέγει σ’ αὐτούς ὁ Σίμων ὁ Πέτρος· πηγαίνω νά ψαρέψω. Τοῦ λένε· ἐρχόμαστε κι ἐμεῖς μαζί σου. Βγῆκαν καί ἀνέβηκαν στό πλοῖο ἀμέσως, καί δέν ἔπιασαν τίποτε ἐκείνη τή νύχτα. Καί ὅταν ἔγινε πλέον πρωΐ, στάθηκε ὁ Ἰησοῦς στήν ἀκρογιαλιά· δέν γνώριζαν ὅμως οἱ Μαθητές ὅτι εἶναι ὁ Ἰησοῦς. Λέγει λοιπόν σ’ αὐτούς ὁ Ἰησοῦς· Παιδιά, μήπως ἔχετε κανένα ψάρι γιά φαγητό; τοῦ ἀποκρίθηκαν· ὄχι. Καί Ἐκεῖνος εἶπε σ’ αὐτούς· ρίξτε τό δίχτυ στά δεξιά μέρη τοῦ πλοίου καί θά βρῆτε. Τό ἔρριξαν λοιπόν καί δέν μπόρεσαν νά τό ἀνασύρουν ἀπό τό πλῆθος τῶν ψαριῶν. Λέγει λοιπόν ὁ Μαθητής ἐκεῖνος τόν ὁποῖο ἀγαποῦσε ὁ Ἰησοῦς στόν Πέτρο· ὁ Κύριος εἶναι. Ὁ Σίμων λοιπόν ὁ Πέτρος μόλις ἄκουσε ὅτι εἶναι ὁ Κύριος, φόρεσε βιαστικά τόν ἐργατικό σάκκο του, γιατί ἦταν σχεδόν γυμνός, καί ρίχθηκε ὁρμητικά στή θάλασσα· ἐνῷ οἱ ἄλλοι Μαθητές ἦλθαν μέ τό πλοιάριο, διότι δέν ἦταν μακριά ἀπό τήν ξηρά, ἀλλά περίπου διακόσιους πήχεις (150 μέτρα) σέρνοντας τό δίχτυ μέ τά ψάρια. Μόλις λοιπόν ἀποβιβάσθηκαν στήν ξηρά, βλέπουν ἕτοιμα ἀναμμένα κάρβουνα καί ἕνα ψάρι τοποθετημένο ἐπάνω τους καί ψωμί. Λέγει σ’ αὐτούς ὁ Ἰησοῦς· φέρετε ἀπό τά ψάρια πού πιάσατε τώρα. Ἀνέβηκε λοιπόν στό πλοῖο ὁ Σίμων Πέτρος καί ἔσυρε ἐπάνω στήν ξηρά τό δίχτυ γεμάτο ἀπό ἑκατόν πενήντα τρία μεγάλα ψάρια. Καί μολονότι ἦταν τόσο πολλά καί μεγάλα, δέν σχίσθηκε τό δίχτυ. Λέγει σ’ αὐτούς ὁ Ἰησοῦς· ἐλᾶτε τώρα νά πάρετε τό πρωϊνό σας. Καί ἀπό σεβασμό κανείς ἀπό τούς Μαθητές δέν τολμοῦσε νά τόν ἐξετάσει καί νά τόν ἐρωτήσει ποιός εἶσαι ἐσύ, ἐπειδή γνώριζαν ὅτι εἶναι ὁ Κύριος. Ἔρχεται λοιπὀν ὁ Ἰησοῦς καί παίρνει στά χέρια του τόν ἄρτο (τό ψωμί) καί τόν μοιράζει σ’ αὐτούς καί τό ψάρι ἐπίσης. Αὐτή ἦταν ἡ τρίτη φορά πού φανερώθηκε ὁ Ἰησοῦς στούς Μαθητάς του, ἀφ’ ὅτου ἀναστήθηκε ἀπό τούς νεκρούς.