ΕΩΘΙΝΟΝ ΕΥΑΓΓΕΛΙΟ ΙΑ΄

Ευαγγέλιο Όρθρου

ΕΩΘΙΝΆ ΕΥΑΓΓΈΛΙΑ

π. Ελευθέριος Χριστοδουλάκη

8/15/2024

ΕΩΘΙΝΟΝ ΙΑ΄
Ἐκ τοῦ κατὰ Ἰωάννην
κα΄ 14 - 25
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ, Σίμων Ἰωνᾶ, ἀγαπᾶς με πλέον τούτων; λέγει αὐτῷ, Ναὶ Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων Ἰωνᾶ ἀγαπᾶς με; Λέγει αὐτῷ, Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον, Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με; καὶ εἶπεν αὐτῷ, Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς, Βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες, ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπών, λέγει αὐτῷ, Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε, Κύριε, τὶς ἐστιν ὁ παραδιδοὺς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τὶ; λέγει αὐτῷ ὁ Ἰησοῦς. Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τὶ πρὸς σὲ; σὺ μοι ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς. Ὃτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει, καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει' ἀλλ' ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τὶ πρὸς σὲ; Οὗτὸς ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων , καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστὶν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.

ΜΕΤΑΦΡΑΣΗ

Ἐκεῖνο τόν καιρό φανερώθηκε ὁ Ἰησούς τούς Μαθητές του, ἀφοῦ ἀναστήθηκε ἀπό τούς νεκρούς καί λέγει στόν Σίμωνα Πέτρο· Σίμων γιέ τοῦ Ἰωνᾶ, μέ ἀγαπᾷς περισσότερο ἀπ’αὐτούς; τοῦ ἀπαντᾷ· ναί, Κύριε, Ἐσύγνωρίζεις ὅτι σέ ἀγαπῶ. Τοῦ ἀπαντᾷ (ὁ Κύριος)· βόσκε τά λογικά μου ἀρνάκια. Τοῦ λέγει πάλι γιά δεύτερη φορά· Σίμων γιέ τοῦ Ἰωνᾷ μέ ἀγαπᾷς; τοῦ λέγει· ναί, Κύριε, Ἐσύ γνωρίζεις ὅτι σέ ἀγαπῶ· τοῦ λέγει· βόσκε τά πρόβατά μου. Λέγει σ’ αὐτόν γιά τρίτη φορά· Σίμων γιέ τοῦ Ἰωνᾶ μέ ἀγαπᾷς; λυπήθηκε ὁ Πέτρος, γιατί τοῦ εἶπε γιά τρίτη φορά, μέ ἀγαπᾷς, καί τοῦ εἶπε· Κύριε, Ἐσύ ὅλα τά γνωρίζεις, Ἐσύ γνωρίζεις ὅτι σέ ἀγαπῶ. Τοῦ λέγει ὁ Ἰησοῦς· Βόσκε τά πρόβατά μου. Ἀλήθεια ἀλήθεια σοῦ λέγω, ὅταν ἤσουν νεώτερος, ἔζωνες μόνος τόν ἑαυτό σου καί βάδιζες ὅπου ἤθελες· ὅταν ὅμως γεράσεις, τότε θά ἁπλώσεις τά χέρια σου καί ἄλλοςθά σέ ζώσει καί θά σέ ὁδηγήσει ὅπου δέν θά θέλεις. Καί τό εἶπε αὐτό ὑποδηλώνοντας μέ ποιό θάνατο θά δοξάσει τόν Θεό. Καί ἀφοῦ εἶπε αὐτό, τοῦ λέγει· ἀκολούθησέ με. Καί ἀφοῦ στράφηκε πίσω ὁ Πέτρος, βλέπει τόν Μαθητή πού ἀγαποῦσε ὁ Ἰησοῦς, νά ἀκαλουθεῖ, ὁ ὁποῖος καί ἔπεσε στό στῆθος του κατά τό Μυστικό Δεῖπνο καί εἶπε· Κύριε, ποιός εἶναι αὐτός πού θά σέ παραδώσει; αὐτόν βλέποντας ὁ Πέτρος λέγει στόν Ἰησοῦ· Κύριε, καί αὐτός τί θά γίνει; τοῦ λέγει ὁ Ἰησοῦς· ἐάν ὑποτεθεῖ ὅτι θέλω νά μείνει αὐτός (στή ζωή) μέχρι νά ἀπανέλθω (στή δευτέρα παρουσία), τί σέ ἐνδιαφέρει; Ἐσύ ἀκολούθησέ με. Διαδόθηκε λοιπόν ὁ λόγος αὐτός μεταξύ τῶν ἀδελφῶν, ὅτι ὁ Μαθητής ἐκεῖνος δέν πεθαίνει· Καί δέν τοῦ εἶπε ὁ Ἰησοῦς ὅτι δέν πεθαίνει, ἀλλά ἐάν ὑποτεθεῖ ὅτι θέλω νά μείνει αὐτός (στή ζωή) μέχρι νά ἀπανέλθω (στή δευτέρα παρουσία), τί σέ νοιἀζει ἐσένα; Αὐτός εἶναι ὁ Μαθητής ὁποῖος ἐξακολουθεῖ νά δίνει τή μαρτυρία του γι’ αὐτά καί ὁ ὁποῖος τά ἔγραψε, καί γνωρίζουμε ὅτι εἶναι ἀληθινή ἡ μαρτυρία του. Ὑπάρχουν βέβαια καί ἄλλα πολλά, ὅσα ἔκανε ὁ Ἰησοῦς, τά ὁποῖα ἄν γραφόταν τό κάθε ἕνα λεπτομερῶς, νομίζω ὅτι οὔτε ὅλος ὁ κόσμος δέ θά χωροῦσε τά βιβλία πού θά γράφονταν. Ἀμήν.