ΕΩΘΙΝΟΝ ΕΥΑΓΓΕΛΙΟ ΣΤ΄
Ευαγγέλιο Όρθρου
ΕΩΘΙΝΆ ΕΥΑΓΓΈΛΙΑ
π. Ελευθέριος Χριστοδουλάκης
8/15/20241 λεπτά ανάγνωσης


ΕΩΘΙΝΟΝ ΣΤ΄
Ἐκ τοῦ κατὰ Λουκᾶν
κδ΄ 36 - 53
Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν Μαθητῶν, καὶ λέγει αὐτοῖς΄ Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι, ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς΄ Τὶ τεταραγμένοι ἐστέ, καὶ διατὶ διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγὼ εἰμι, ψηλαφήσατέ με καὶ ἴδετε΄ ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπών, ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἒτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς΄ Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου. Καὶ λαβὼν, ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς΄ Οὗτοι οἱ λόγοι, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ Προφήταις καὶ Ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς΄ καὶ εἶπεν αὐτοῖς΄ Ὃτι οὕτω γέγραπται, καὶ οὕτως εἴδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δὲ ἐστε μάρτυρες τούτων. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ' ὑμᾶς΄ ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ, εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτόν αὐτούς, διέστη ἀπ' αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ, προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης. Καὶ ἦσαν διαπαντός ἐν τῷ Ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.
ΜΕΤΑΦΡΑΣΗ
Τόν καιρό ἐκεῖνο, ἀφοῦ ἀναστήθηκε ὁ Ἰησοῦς ἀπό τούς νεκρούς, στάθηκε ἀνάμεσα στούς Μαθητές του καί λέγει σ’ αὐτούς· εἰρήνη σ’ ἐσᾶς. Καί ταραγμένοι καί φοβισμένοι νό- μιζαν ὅτι βλέπουν πνεῦμα (ψυχή νεκροῦ χωρίς σῶμα). Καί εἶπε σ’ αὐτούς· γιατί εἶσθε ταραγμένοι, καί γιατί ἀνεβαίνουν λογισμοί ἀμφιβολίας στό νοῦ σας; δεῖτε τά χέ- ρια μου καί τά πόδια μου, ὅτι εἶμαι ἐγώ ὁ ἴδιος· ψηλαφῆστε με καί δεῖτε, ὅτι τό πνεῦμα δέν ἔχει σάρκα καί ὀστά, ὅπως βλέπετε ἐμένα νά ἔχω. Καί ἀφοῦ εἶπε αὐτό, τούς ἔδειξε τά χέρια καί τά πόδια του. Καί ἐπειδή αὐτοί ἀπιστοῦσαν ἀκόμη ἀπό τή χαρά τούς εἶπε· ἔχετε ἐδῶ τίποτε φαγώσιμο; Κι ἐκεῖνοι τοῦ ἔδωσαν ἕνα κομμάτι ἀπό ψημένο ψάρι καί κηρήθρα μέ μέλι, καί ἀφοῦ τά πῆρε, ἔφαγε μπροστά τους Καί τούς εἶπε· αὐτά τά γεγονότα εἶναι ἡ πραγματοποίηση τῶν λόγων πού σᾶς εἶπα, ὅταν ἀκόμη ἤμουν μαζί σας, ὅτι ἔπρεπε νά ἐκπληρωθοῦν ὅλα τά γραμμένα στόν νόμο τοῦ Μωυσῆ καί στούς Προφῆτες καί στούς ψαλμούς γιά μένα. Τότε ἄνοιξε τό νοῦ τους, νά κατανοήσουν τίς Γραφές, καί εἶπε σ’ αὐτούς· ὅτι ἔτσι ἔχει γραφεῖ, καί ἔτσι ἔπρεπε νά πάθει ὁ Χριστός, καί νά ἀναστηθεῖ κατά τήν τρίτη ἡμέρα, καί νά κηρυχθεῖ σέ σχέση μέ τό ὄνομά του μετάνοια καί συγχώρηση ἁμαρτιῶν σέ ὅλα τά ἔθνη ἀρχίζοντας ἀπό τήν Ἱερουσαλήμ. Κι ἐσεῖς θά εἶσθε μάρτυρες γι’ αὐτά. Καί νά, ἐγώ ἀποστέλλω τήν ὑπόσχεση τοῦ Πατέρα μου σ’ ἐσᾶς· καί σεῖς καθίστε στήν πόλη Ἱερουσαλήμ, ἕως ὅτου ντυθεῖτε δύναμη ἀπό τόν οὐρανό. Καί τούς ἔβγαλε ἔξω μέχρι τή Βη- θανία καί ἀφοῦ σήκωσε τά χέρια του τούς εὐλόγησε. Καί συνέβη, ἐνῷ αὐτός τούς εὐλογοῦσε, χωρίσθηκε ἀπ’ αὐτούς καί ἀνέβαινε στόν οὐρανό. Καί αὐτοί, ἀφοῦ τόν προσκύνησαν, ἐπέστρεψαν στήν Ἱερουσαλήμ μέ χαρά μεγάλη. Καί σύχναζαν πάντοτε στόν ναό ὑμνώντας καί δοξολογώντας . τόν Θεό. Ἀμήν (Ἀληθινά)..