ΕΩΘΙΝΟΝ ΕΥΑΓΓΕΛΙΟ Ζ΄

Ευαγγέλιο Όρθρου

ΕΩΘΙΝΆ ΕΥΑΓΓΈΛΙΑ

π. Ελευθέριος Χριστοδουλάκης

8/15/2024

ΕΩΘΙΝΟΝ Ζ΄
Ἐκ τοῦ κατὰ Ἰωάννην
κ΄ 1 - 10
Τῇ μιᾷ τῶν Σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον΄ καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητὴν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς΄ Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ΄ καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια΄ οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα΄ καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν. Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.

ΜΕΤΑΦΡΑΣΗ

Τήν πρώτη ἡμέρα τῆς ἑβδομάδας ἡ Μαρία ἡ Μαγδαληνή ἔρχεται πρωΐ στό μνημεῖο, ἐνῷ ἀκόμη ἦταν σκοτάδι, καί βλέπει ν λίθο (τήν πέτρα) νά εἶναι σηκωμένος ἀπό τό μνημεῖο. Τρέχει λοιπόν καί ἔρχεται στό Σίμωνα πού λεγό- ταν καί Πέτρος καί στόν ἄλλο Μαθητή τόν ὁποῖον ἀγαποῦσε ὁ Ἰησοῦς καί λέγει σ’ αὐτούς· Πῆραν τόν Κύριο ἀπό τό μνημεῖο καί δέν γνωρίζουμε ποῦ τόν τοποθέτησαν. Βγῆκε λοιπόν ο Πέτρος καί ὁ ἄλλος Μαθητής καί πήγαιναν πρός τό μνημεῖο. Καί ἔτρεχαν καί οἱ δυό μαζί· καί ὁ ἄλλος Μαθητής ἔτρεξε καί ἔφθασε γρηγορότερα ἀπό τόν Πέτρο καί ἦλθε πρῶτος στὀ μνημεῖο, καί ἀφοῦ ἔσκυψε βλέπει τά σάβανα ἀφημένα, ἀλλά δέν εἰσῆλθε (δέν μπῆκε μέσα). Ἔρχεται λοιπόν ὁ Σίμων ὁ Πέτρος ἀκολουθώντας τον καί εἰσῆλθε μέσα στό μνημεῖο καί βλέπει τά σάβανα ἀφημένα καί τό σουδάριο (τό κάλυμμα τῆς κεφαλῆς) ἀφημένο ὄχι μαζί μέ τά σάβανα, ἀλλά χωριστά τυλιγμένο σέ μία ἄκρη. Τότε λοιπόν εἰσῆλθε καί ὁ ἄλλος Μαθητής πού ἦλθε πρῶτος στό μνημεῖο καί εἶδε καί πίστεψε ὅτι ὁ Κύριος ἀναστήθηκε. Διότι δέν γνώριζαν ἀκόμη καθαρά τίς προφητεῖες τῆς Ἁγίας Γραφῆς, ὅτι πρέπει αὐτός νά άναστηθεῖ ἀπό τούς νεκρούς.